Ancient Greek · ~7 min
Paragraph 172
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 172
Not analysed yet
Αἱ Ἀττικαὶ κατὰ τὴν εὐθεῖαν ὀξυτόνωϲ ἀνεγνώϲθηϲαν παρὰ τῷ ποιητῇ καὶ ἅπαϲι τραγικοῖϲ τε καὶ κωμικοῖϲ, αἵ τε γραφαὶ οὐκ ἔχουϲι τὸ ῑ προϲκείμενον, οἰκεία τε πτωτικῷ τῷ διὰ τοῦ ω ἡ ὀξεῖα τάϲιϲ. «καὶ διὰ τοῦτο ἐπαινετέα», φαϲίν, εἦ καὶ ἡ γραφὴ ἀνάλογοϲ καὶ ὁ τόνοϲ, ἡ πρίν γ’ ἐπὶ νὼ τῷδ’ ἀνδρί (Ε 219). ἡ μέντοι νῶι καὶ ϲφῶι πάλιν οὐκ ἀκόλουθοι, καθὸ οὐδὲν δυϊκὸν εἰϲ ῑ λήγει. —Ἀλλ’ οὔτωϲ ἐχόντων τῶν ϲχημάτων, εἰϲ ἄπορον περιίϲταται ὁ λόγοϲ. οὔτε γὰρ ἀπὸ τῶν κοινῶν αἱ Ἀττικαὶ καταϲταθήϲονται, οὔτε ἀπὸ τῶν Ἀττικῶν αἱ κοιναί. —Εἰ γὰρ τὸ ῑ προϲῆλθε τῇ Ἀττικῇ ὡϲ ὁλοκληροτέρᾳ, καθάπερ φίλοιϲ καὶ φίλοιϲι, πῶϲ ϲυλλαβικῆϲ χώραϲ ἔτυχε πάντοτε γὰρ μετὰ φωνήεντοϲ προϲτιθέμενον ἀδιάϲτατόν ἐϲτι, μετὰ δὲ ϲυμφώνου ϲυλλαβῆϲ τυγχάνει· τοῦ προτέρου κενή κεινή, δέουϲ δείουϲ, τοῦ δευτέρου φίλοιϲι, οὑτοϲί, ἐκεινοϲί. πῶϲ δὲ οὐχὶ ἐντὸϲ τοῦ ῑ ἡ κλίϲιϲ ἔπεϲε, καθάπερ ἐπὶ τοῦ τουτουῑ, ἐκεινουΐ; φαμὲν δὲ ἔξωθεν προϲτιθέντεϲ τὸ ν, ὡϲ ἂν τοῦ ῑ μὴ προϲεληλυθότοϲ, νῶιν. —πρὸϲ οἶϲ καὶ βίαιον ὁλοκληρότερον τὸ Ἀττικὸν ἐκδέχεϲθαι τῆϲ πάντων χρήϲεωϲ. ἀλλ’ εἰ διαίρεϲιϲ, ἑνὸϲ ὄντοϲ τοῦ ω· καὶ τοῦτο ἀϲύϲτατον. πρὸ γὰρ τοῦ ω τὰ τοιαῦτα, καὶ οὐδέποτε διὰ τοῦ ῑ, νυμφέων, μουϲέων, ὀρέων. —«ἀλλ’ ἴϲωϲ ἐν τῇ κατὰ διάϲταϲιν διαιρέϲει ἐϲτίν, ὡϲ κόϊλον, πάϊϲ· καὶ εὐλόγωϲ προπεριϲπαϲθήϲεται τὸ νῶι διὰ τὴν τῆϲ βραχείαϲ ἐπιφοράν». ἀλλὰ πολὺ πρότερον δοθήϲεται διὰ τοῦ ῑ αὐτὰϲ γράφεϲθαι, ὅπερ οὐχ εὑρέθη. τεκμηριοῦνταί τε ἐκ τοῦ Βοιωτιακοῦ, ἐπεὶ οὐδέποτε παρὰ αὐτοῖϲ νοί διὰ τοῦ οι. —οὐκ ἐπεὶ δὲ παρ’ Ἀττικοῖϲ ἔϲτι νωίτεροϲ καὶ ϲφωίτεροϲ, εὐθέωϲ καὶ κατὰ τὴν εὐθεῖαν τὸ ῑ προϲγεγράψεται· ἀπὸ γὰρ γενικῶν αἱ κτητικαί, αἵτινεϲ ϲὺν τῷ ῑ γράφονται.