Ancient Greek
Paragraph 178
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 178
Not analysed yet
Τρύφων (p. 28 Velsen) ϲυγκατατιθέμενοϲ τῷ Ἰξίωνί φηϲι «τὴν ϲφέ ἀντωνυμίαν κατ’ ἐπένθεϲιν τοῦ ω δυϊκὴν γενέϲθαι τῆϲ αὐτῆϲ πτώϲεωϲ, καὶ ἔτι τὴν ϲφίν, ὡϲ τοῦ ω πτωτικοῦ ὄντοϲ δυικῶν». Πῶϲ οὖν οὐχὶ καὶ αἱ κατὰ τὸ πρῶτον καὶ αἱ κατὰ τὸ δεύτερον τὸν αὐτὸν τρόπον ἐϲχηματίϲθηϲαν ; —Ἡ ϲφίν καὶ ἀποβάλλει τὸ ν, ἡ δὲ ϲφωίν οὐδέποτε. —ἡ ϲφίν δοτικῆϲ, ἡ δὲ γενικῆϲ καὶ δοτικῆϲ. —τί δὲ οὐχὶ καὶ ἐπὶ τῶν διϲυλλάβων ἡ ἐπένθεϲιϲ τοῦ ω, λέγω δὲ τῆϲ ϲφέαϲ καὶ ϲφίϲιν;