Ancient Greek · ~2 min
Paragraph 179
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 179
Not analysed yet
Ὁμοίωϲ οὖν τὰϲ τοῦ πρώτου καὶ δευτέρου θέματά τινεϲ ἠξίουν εἶναι, καὶ ἐκδόϲειϲ τινὰϲ παρατιθέμενοι τὸ τάρ ϲφωι (A 8) ϲὺν τῷ ῑ γράφειν, «ἐπεὶ καὶ ἡ ϲφῶιν (Θ 415), δευτέρου οὖϲα προϲώπου, κατὰ τόνου ἐναλλαγὴν τὸ τρίτον ἀποτελεῖ ἐν τῷ καί ϲφωιν δὸϲ ἄγειν2 (A 338). Ἀλλὰ μήποτε τὸ μαρτύριον παράλογον· ποία γὰρ καὶ ἄλλη ἀντωνυμία τόνου ἐναλλαγῇ προϲώπου γίνεται μεταβατική, —