Ancient Greek · ~2 min
Paragraph 180
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 180
Not analysed yet
«Ἀλλ’ ἴϲωϲ ἐκεῖνοϲ ὁ λόγοϲ ἰϲχυρόϲ, ὡϲ αἱ φθάϲαϲαι κατὰ τὸ πρῶτον καὶ τὸ δεύτερον ὁμοιοκαταληκτῆϲαι, πάντωϲ καὶ κατὰ τὸ τρίτον· ὅθεν εἰ νῶι καὶ ϲφῶι καὶ ἐπ’ αἰτιατικῆϲ, πάντωϲ καὶ κατὰ τὸ τρίτον.» Ἀλλ’ αἱ ὁμοιοκατάληκτοι οὐ πάντωϲ τοῖϲ αὐτοῖϲ ϲτοιχείοιϲ χρῶνται· οὐκ ἄλογοϲ οὖν ἡ κατὰ τὸ ε ἐναλλαγή. —ἄλλωϲ τε αἱ ὁμοιοκατάληκτοι καὶ ἰϲόπτωτοι, ἡ δὲ ϲφωέ αἰτιατικῆϲ μόνηϲ, τῆϲ κατὰ τὸ πρῶτον καὶ δεύτερον καὶ εὐθεῖαν ϲημαινούϲηϲ. οὐ γὰρ ὑγιὲϲ τὸ λέγειν ὡϲ ἀκόλουθοϲ τῇ νῶε, ὅτε οὐδὲ Ὅμηροϲ ἐχρήϲατο.