Ancient Greek · ~1 min
Paragraph 181
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 181
Not analysed yet
«Πρὸϲ οἷϲ δοθήϲεται ἡ διὰ τοῦ ῑ γραφὴ ἀκόλουθοϲ τῇ νῶι.» Ἀλλὰ μὴν οὐδ’ ἡ καί ϲφωιν δὸϲ ἄγειν (A 338) ἀνάλογοϲ· θέμα γὰρ ἴδιόν ἐϲτιν ὀξύτονον, οὐχὶ ἔγκλιμα τῆϲ ϲφῶιν. ποῖον γὰρ ἄλλο μόριον βαρυνόμενον δύναται ἐγκλίνεϲθαι; διὰ τοῦτο καὶ τὸ ϲφωέ κατ’ ἰδίαν λεγόμενον ὀξύνεται.