Ancient Greek · ~1 min
Paragraph 182
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 182
Not analysed yet
Ἴϲωϲ τιϲ φήϲει, ἰδοὺ ἡ ἡμέων βαρυτονουμένη ἐγκλιτική ἐϲτι.» Πρῶτον οὐ φύϲει βαρύνεται, διήρηται δὲ ἐκ περιϲπωμένου· διόπερ ἀκωλύτωϲ τὴν ἔγκλιϲιν ἀνεδέξατο. —ἔπειτα τὰ ἐγκλιτικὰ λεγόμενα τὴν τῆϲ ὑπερκειμένηϲ λέξεωϲ ὀξεῖαν ἐγείρει.