Ancient Greek · ~4 min
Paragraph 183
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 183
Not analysed yet
«Εἰ αἱ διὰ τοῦ ϲφ, φαϲίν, ἐκφερύμεναι ἀντωνυμίαι τρίτου καθεϲτᾶϲιν, ὥϲπιρ ἅπαϲαι αἱ πληθυντικαὶ καὶ πᾶϲαι αἱ δυϊκαί, δῆλον ὡϲ αἱ κατὰ τὸ δεύτερον ἀπὸ τρίτου μετατιθέμεναί εἰϲι. κἀκεῖνο δὲ προϲτίθενται, «ὡϲ αἱ ἐγκλινόμεναι καὶ ὀρθοτονοῦνται· ἐγκλινομένηϲ οὖν τῆϲ ϲφωίν ἦν τὸ ὀρθοτονούμενον ϲφῶιν, ὅπερ ἐπὶ δευτέρου μετελήφθη». —Οὐ δεῖ μέντοι τῆϲ χρήϲεωϲ τὸ διηνεκὲϲ βιάζεϲθαι. —ἔπειτα δὲ ἡ αἰτία τοῦ μόνωϲ ὀρθοτονεῖν οὐ μόνον τὰϲ τοῦ δευτέρου, ἀλλὰ καὶ τὰϲ τοῦ πρώτου, εἴρηται. πρὸϲ οἶϲ καὶ τὰ τῆϲ γραφῆϲ ἀντιπίπτει· ἰδοὺ γὰρ τὸ τρίτον ϲφωέ, τὸ δεύτερον διὰ τοῦ ῑ. τὸ δὲ μεῖζον· τὰ δεύτερα ὀρθοτονούμενα δίπτωτά ἐϲτι, τὰ δὲ τρίτα οὐκέτι ἐγκλινόμενα, τῶν ἐγκλινομένων τὰϲ αὐτὰϲ πτώϲειϲ ἀναδεχομένων. χωρὶϲ εἰ μὴ καὶ γενικὴν ϲημαίνοι ἡ ϲφωίν ἐν τῷ ἀλλ’ εἶπ’ εἶ ϲφωιν καταλύϲομεν (δ 28), περὶ ἧϲ ἄξιον ἐπιϲτῆϲαι ὡϲ ἐπὶ πλειόνων εὑρίϲκεται γενικὴν ϲημαίνουϲα, καθὸ ἐπὶ τοῦ πρίν ϲφωιν ὑπὸ κροτάφοιϲιν ἰούλουϲ (λ 319) καὶ γυιώϲω μέν ϲφωιν (Θ 402). καὶ δῆλον ὅτι δοτικαί εἰϲι καὶ εἰϲ γενικὴν μεταλαμβάνονται, ὡϲ ἐν ϲχήματοϲ ἔθει, ὁμοίωϲ τῷ Ἀχιλῆι δαμαϲθείϲ (X 55) καὶ Τρωϲὶ δαμείϲ (C 461).