Ancient Greek · ~3 min
Paragraph 184
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 184
Not analysed yet
«Καὶ δῆλον ὅτι ἡ κτητικὴ δυικὴ κατὰ τὸ τοῦ κτήτοροϲ πρόϲωπον ἀφορμὴν δέδωκε τοῦ τὴν γενικὴν τοῦ τρίτου ϲεϲιγῆϲθαι. εἰ γὰρ ἀπὸ γενικῆϲ τῆϲ νῶιν νωίτεροϲ καὶ ϲφῶιν ϲφωίτεροϲ, δῆλον ὡϲ καὶ ἀπὸ τῆϲ τοῦ τρίτου γενικῆϲ ἐγίνετο δυικόν· ὅπερ οὐκ ἔϲτιν. ἔνθεν οὖν τὸ πρωτότυπον τρίτον ἀπαράδεκτον.» Ἀλλὰ πρόϲ γε τοῦτο ῥητέον, ὡϲ οὐχ ἡ τῶν παραγώγων ὑποϲτολὴ αἰτία γενήϲεται τοῦ μηδὲ τὰ πρωτότυπα ὑπάρχειν. ἔϲτι γὰρ μυρία, ἄπερ οὐ παρῆκται, τοῦ λόγου ἀπαιτοῦντοϲ, ὥϲπερ καί τινα ϲυνεξειλκυϲμένα τιϲὶ παραγωγαῖϲ, τοῦ λόγου οὐκ ἐπιτρέποντοϲ. ἐπεὶ καὶ ἡ τοῦ κτητικοῦ ἔλλειψιϲ εὔλογοϲ, εἴγε πάϲα παράγωγοϲ ἀντωνυμία ἀπὸ ὀρθοτονουμένηϲ πρωτοτύπου ϲχηματίζεται, ὡϲ ἐν τοῖϲ πρὶν εἴρηται, ἡ δὲ μόνωϲ ἐγκλίνεται.