Ancient Greek · ~1 min
Paragraph 190
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 190
Not analysed yet
Ἡ ϲφεῖϲ οὔτε παρ’ Αίολεῦϲιν οὔτε παρὰ Δωριεῦϲιν ἀκολουθίαν ἔϲχε πρὸϲ τὰ τούτων πρῶτα καὶ δεύτερα ,οὐκ ἀπεοικότωϲ· καὶ γὰρ ἡ ἐμεί καὶ τεί, παρὰ τοῖϲ Δωριεῦϲι προϲλαβοῦϲαι τὸ i, οὐκέτι κατὰ τὸ τρίτον προϲέλαβον.