Ancient Greek · ~3 min
Paragraph 191
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 191
Not analysed yet
Ἡ ἡμέων τριϲυλλαβοῦϲα παρ’ Ἴωϲιν ὑπεμφαίνει ἀκολουθίαν, καθὸ αἱ εἰϲ ειϲ λήγουϲαι εὐθεῖαι τὸν τρόπον τοῦτον κλίνονται· ταχέων γὰρ καὶ βαϲιλέων. ὡϲ τὴν ἁμέϲ Δωρικὴν καὶ ἔτι τὴν ἄμμεϲ Αἰολικὴν ὁμοίωϲ ταῖϲ εἰϲ εϲ ληγούϲαιϲ εὐθείαιϲ ἰϲοϲύλλαβον ἔχειν γενικήν ἁμῶν γὰρ καὶ ἄμμων. —Αλλ’ εἶπερ μὴ ἦν διῃρημένη, οὐκ ἂν παρὰ μόνοιϲ Ἴωϲιν εὑρίϲκετο, διαιρετικωτάτοιϲ οὐϲί. —πρὸϲ οῖϲ ἐδείχθη, ὡϲ ἀνακόλουθοι ἕνεκα φωνῆϲ αἱ ἀντωνυμίαι. ἐχρῆν γὰρ καὶ τὴν εὐθεῖαν ἑνικὴν λόγου ἔχεϲθαι, καὶ τὴν γενικὴν εἰϲ οϲ περατοῦϲθαι, ὡϲ ταχέοϲ καὶ βαϲιλέωϲ. —οὐδέποτε τὸ ι προϲλαμβάνουϲιν ἥ τε ταχέων καὶ αἱ παραπλήϲιοι· εἴπερ οὔν ἀκόλουθοϲ, οὐκ ἂν ἐγίνετο ἡμείων.