Ancient Greek · ~2 min
Paragraph 192
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 192
Not analysed yet
Ἡ ἁμῶν παρὰ Δωριεῦϲι καὶ ϲύναρθρον γενικὴν ϲημαίνει ἀκόλουθον τῇ ἁμόϲ. τῇ μέντοι διαιρέϲει ἡ πρωτότυποϲ διαλλάϲϲει τῆϲ κτητικῆϲ, οὐκέτι τὸ αὐτὸ ἀναδεχομένηϲ. Ἀλκμάν (fr. 66 Bergk3)· ὅϲαι δὲ παῖδεϲ ἁμέων ἐντί, τὸν κιθαριϲτὰν αἰνέοντι. Ὁμοίωϲ Aίολεῖϲ. Ἀλκαῖοϲ (fr. 67 Ahrens, 88 Bergk 3) μηδ’ ὀνίαιϲ τοῖϲ πέλαϲ ἀμμέων παρέχην. ἐπὶ δὲ τῆϲ ϲυνάρθρου πατέρων ἄμμων καὶ τῇ ἐντελεϲτέρ ἀμμετέρων ἀχέων (Aleaei fr. 103. 104 Ahrens, adesp. 57. 58 Bergk 3). Ὁμοίωϲ Βοιωτοί, ἁμίων, ἐπὶ δὲ τῆϲ κτητικῆϲ ἁμῶν, ἁμῶν δόμων (Corinnae fr. 2 Berpk 3).