Ancient Greek · ~3 min
Paragraph 215
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 215
Not analysed yet
Τούτων τὰ τρίτα ἐν δυϲὶ τρίτοιϲ νοεῖται, τὰ μέντοι πρῶτα καὶ δεύτερα οὐ πάντωϲ ἐν πρώτοιϲ καὶ τρίτοιϲ, καὶ δευτέροιϲ καὶ τρίτοιϲ, ὥϲ τινεϲ ὑπέλαβον ἐκ τοῦ ἐμόϲ ἐϲτι καὶ ϲόϲ ἐϲτιν. ἰδοὺ γὰρ πρώτου πρὸϲ δεύτερον, ἐμὸϲ εἰ φίλοϲ, καὶ δευτέρου πρὸϲ πρῶτον, ἀλλὰ πατὴρ τεόϲ εἰμι (π 188). δύναται γὰρ καὶ τρίτου πρὸϲ πρῶτον, ὡϲ ἐπὶ τοῦ ὅϲ εἰμι ἴϲον γάρ ἐϲτι τῷ αὐτοῦ εἰμί. ϲκληρὸν γάρ ἐϲτι τὸ λέγειν καὶ πρώτου πρὸϲ πρῶτον καὶ δευτέρου πρὸϲ δεύτερον ἐν τῷ ἐμόϲ εἰμι καὶ ϲὸϲ εἶ. μόναιϲ γὰρ ταῖϲ ἀντανακλωμέναιϲ τὸ τοιοῦτο παρακολουθεῖ, χωρὶϲ εἰ μὴ καὶ αὐταὶ μεταλαμβάνοιντο εἰϲ τὰϲ ϲυνθέτουϲ, καθάπερ καὶ ἐνίαϲ τῶν κατὰ τὸ τρίτον κτητικῶν ἐπιδείκνυμεν εἰϲ ϲυνθέτουϲ μεταλαμβανομέναϲ. νοείϲθω δὲ ὡϲ ἡ τοιαύτη ϲύνταξιϲ ῥήματα ἀπαιτεῖ ὕπαρξιν ϲημαίνοντα· ἐπὶ γὰρ τῶν ἄλλων οὐκέτι· ἐμὸϲ γράφω· οὐκέτι δὲ καὶ ἐν δευτέρῳ.