Ancient Greek · ~1 min
Paragraph 216
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 216
Not analysed yet
Ἴϲωϲ τιϲ δόξει τὰ κτήματα ὁρίζεϲθαι ἐν τοῖϲ πρὸϲ πρόϲωπον λόγοιϲ, ἐμὸϲ εἶ. ϲόϲ εἰμι, ἡμέτερε. Ὅπερ οὐ τοῦ κτήματοϲ ἴδιον, τοῦ δὲ μετειλημμένου δευτέρου προϲώπου, ὅπερ πάλιν οὐδὲ τοῦτο κατὰ τὸ παντελὲϲ ὥριϲται. προϲδέεται γὰρ τὸ ϲόϲ εἰμι· ἡ δοῦλοϲ ἢ ἄλλο τι, καὶ ἡμέτερε· δοῦλε ἢ πάτερ. πάλιν οὖν καὶ ἐπὶ τῶν τοιούτων ἡ ποιότηϲ ἐνδεῖ.