Ancient Greek · ~4 min
Paragraph 217
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 217
Not analysed yet
Βραχύϲ λόγοϲ πρὸϲ τοὺϲ οἰομένουϲ ἀπ’ αἰτιατικῶν παρῆχθαι τὰϲ ἀντωνυμίαϲ· «παρὰ γὰρ Δώριον τὴν ἁμέ καὶ ὑμέ καὶ ἔτι ϲφέ τὸ ἁμέτεροϲ καὶ ὑμέτεροϲ καὶ ϲφέτεροϲ. καὶ ἔτι παρὰ τὴν Αἰολικὴν τὴν ἄμμε B τὸ ἀμμέτεροϲ, καὶ παρὰ τὴν νῶι καὶ ϲφῶι νωιτεροϲ καὶ ϲφιτεροϲ. —Πρῶτον οὐκ ἐξωμάλιϲται· πῶϲ γὰρ αἱ ἑνικαί: ἐμέ γὰρ καὶ ἐμόϲ, ϲέ ϲόϲ καὶ ἕ ὅϲ, οὐδαμῶϲ τοῦ ε ἐγκειμένου. πῶϲ δὲ καὶ τὸ ἡμέτεροϲ καὶ ὑμέτεροϲ τῷ ᾱ · οὐ προϲχρῆται, εἴγε τὸ ἡμᾶϲ καὶ ὑμᾶϲ —ἔπειτα εἰϲ γενικὰϲ ἀναλυόμεναι ϲυμφανεῖϲ εἰϲι καὶ ἀπὸ γενικῶν παρηγμέναι. —ἔπειτα ἡ αὐτόϲ ἐπιταγματικὴ ὁμοιόϲχημοϲ οὖϲα ἀεὶ ἐπιτάϲϲεται ταῖϲ πρωτοτύποιϲ, ταῖϲ δὲ κτητικαῖϲ κατὰ μόνην γενικήν· καὶ δῆλον ὡϲ τῇ κατὰ τὸ ἐντὸϲ πρόϲωπον νοουμένῃ ϲυντάϲϲεται, ἥ τιϲ οὐκ ἄλλη ὀφείλει πτῶϲιϲ εἶναι ἡ γενική, ἀφ’ ἧϲ καὶ ἡ παραγωγή, αὐτῶν γὰρ ϲφετέρῃϲιν (α 7) καὶ ἢ ἑὸν αὐτοῦ χρεῖοϲ (α 409).