Ancient Greek · ~2 min
Paragraph 223
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 223
Not analysed yet
Ἡ τεόϲ Δωρικὴ τῇ ϲόϲ ὁμωνυμεῖ. καὶ κοινῶϲ μέν πού φηϲιν ὁ ποιητὴϲ ϲὸϲ δέ που ἔκφυγε κῆραϲ ἀδελφεόϲ (δ 512), Δωρικῶϲ δὲ τὸ πατὴρ τεόϲ (π 188) καὶ ἔτι τὰ ἀπ᾿ αὐτῆϲ, τεὰ ἅρματα καὶ τεὼ ἵππω (Ε 237). καὶ παρ᾿ Αἰολεῦϲιν. Ἀλκαῖοϲ ἐν πρώτῳ· τὸ δ᾿ ἔργον ἀγήϲαιτο τέα κόρα (fr. 57 Ahrens, 14 Bergk3)· καὶ οἴκω τε περ ϲῶ καίπερ ἀτιμίαιϲ (fr. Alc. 93 Abrens, 74 Bergk3), ὁ αὐτὸϲ κοινῷ ἔθει Ἐπὶ ταύτηϲ τῆϲ λέξεωϲ Βοιωτοὶ μεταβάλλουϲι τὸ ε εἰϲ ῑ, καθότι καὶ τὸ θεόϲ θιόϲ. Εἴρηται ὡϲ ϲυναλειφθεῖϲα, τεύϲ, όξυτόνωϲ λέγεται.