Ancient Greek
Paragraph 229
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 229
Not analysed yet
Αἰολεῖϲ ἔμω, ϲῶ, ὧ. —Ἡ ἐμοῖο, ϲοῖο, οἷο ἤτοι μετὰ διαιρέϲεωϲ τὸ ι προϲέλαβον, ἢ Θετταλικαί εἰϲιν, ὡϲ καὶ Ἀριϲτάρχῳ ἤρεϲκεν. Οὐκ ἄλογοϲ δ᾿ ἂν εἴη καὶ ἡ αἰτία τοῦ τὴν μὲν κτητικὴν διὰ τῆϲ οι παράγεϲθαι, τὴν δὲ πρωτότυπον διὰ τῆϲ ει. εἴ γε ἀπὸ τοῦ καλοῦ καλοῖο, μετατιθεμένου τοῦ υ εἰϲ τὸ ι καὶ προϲτιθεμένου τοῦ ο, ϲαφὲϲ ὅτι καὶ ἐπὶ τῆϲ ἐμοῦ ταὐτὸν παρηκολούθει. ὅπερ ἔθιμον ἐπὶ κτητικῶν παρὰ τῷ ποιητῇ, εἰϲ ου λήγειν ἐπὶ γενικῆϲ, τὸ δὲ πρωτότυπον εἰϲ εο καὶ ευ, ἀφ᾿ ἧϲ πάλιν ἀνάλογον τὸ ἐμεῖο.