Ancient Greek · ~3 min
Paragraph 235
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 235
Not analysed yet
πρὸϲ τὴν εὐθεῖαν, ἐμὲ Διονύϲιοϲ ἔπαιϲεν, ἐγώ ϲοι ἐλάληϲα, Ἀριϲτοφάνηϲ Ἀρίϲταρχον ἐδίδαξεν (ἦν δὲ καὶ ϲύνταξιϲ ἐν πλαγίοιϲ μετὰ τῆϲ ἐπιταγματικῆϲ τοιάδε, ἐμὲ αὐτὸν ἔτυψεν οὗτοϲ, ἐμοὶ αὐτῷ ἐλάληϲεν Ἀρίϲταρχοϲ. καὶ ἡ μὲν τοιαύτη ϲύνταξιϲ ἀϲυνελεύϲτουϲ εἴχεν εἰϲ ϲύνθεϲιν τὰϲ ἀντωνυμίαϲ)· ἐπεὶ δὲ πολλάκιϲ αἱ ἐκ τῶν ῥημάτων ἐνέργειαι οὐ μόνον ἐξ ἑτέρων προϲώπων εἰϲ ἕτερα ἀπετελοῦντο, ἀλλὰ καὶ αὐτοπάθειαί τινεϲ ἐγίνοντο, τουτέϲτιν ὅτε ἓν πρόϲωπον τό τε δρῶν καὶ τὸ δρώμενον, ἀπετελεῖτο διϲϲὸν ϲχῆμα τῶν ἀντωνυμιῶν, τό τε ϲύνθετον, ὅπερ καλεῖται ἀντανακλώμενον, καὶ τὸ ἀλλοπαθέϲ. ἐμὲ αὐτὸν ἔπαιϲα ἐμαυτὸν ἔπαιϲα, ἐμοὶ αὐτῷ ἐλάληϲα ἐμαυτῷ ἐλάληϲα. ἔνθεν τὰ κατὰ διάϲταϲιν παρὰ τοῖϲ ποιηταῖϲ εἰϲ ϲύν· θεϲιν παραλαμβάνομεν, τοῦ τοιούτου παρεπομένου· ἐμέθεν περιδώϲομαι αὐτῆϲ (ψ 78)· ἴϲον γάρ ἐϲτι τῷ ἐμαυτῆϲ· καὶ ἀλλὰ τὰ μὲν νοέω καὶ φράϲϲομαι ἅϲϲ’ ἂν ἐμοί περ αὐτῇ (ε 188)· ἀντὶ τοῦ ἐμαυτῇ.