Ancient Greek
Paragraph 236
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 236
Not analysed yet
Ἔνθεν οὖν λέγω ἐπὶ τῶν πλαγίων τὸ χρειῶδεϲ ἦν τῆϲ ϲυνθέϲεωϲ. οὐ γὰρ δή γε ἐπὶ τῆϲ εὐθείαϲ ἔτι τὸ διϲϲὸν παρείπετο τῆϲ ϲυντάξεωϲ, λέγω τὸ αὐτοπαθὲϲ καὶ τὸ ἐν μεταβάϲει προϲώπου. διὸ οὐδὲ ϲυνετίθετο τὸ ἐγὼ αὐτόϲ. —καὶ εἰ τοῦτο, προφανὲϲ ὅτι οὐδὲ τῆϲ ἐμαυτοῦ κτητικῆϲ εὐθεῖά τιϲ καταϲτήϲεται. —ἔπειτα ὤφειλεν οὐ μᾶλλον ἐμαυτόϲ ὡϲ ἐγαυτόϲ, εἴγε καὶ τῆϲ ἐμοῦ ἐϲτὶν ὀρθὴ ἡ ἐγώ, μετ’ ἐπιταγματικῆϲ τῆϲ αὐτόϲ. —Ἔτι ταῖϲ ϲυνθέτοιϲ ἀντωνυμίαιϲ ῥήματα ϲύνεϲτι τοῦ αὐτοῦ προϲώπου, ἐμαυτὸν ἔπαιϲα, ἐμαυτῷ ἐλάληϲα, καὶ δυνάμει ἡ ϲύνταξιϲ τοιαύτη ἐϲτίν, ἐγὼ ἐμὲ ἔπαιϲα, ἐγῶ ἐμοὶ ἐλάληϲα. καὶ φανερόν ἐϲτιν ὅτι ἡ ϲύνταξιϲ τοῦ ῥήματοϲ δυνάμει ἐϲτὶν ὀρθὴ πτῶϲιϲ μετὰ πράγματοϲ. εἰ οὖν ϲυϲταίη ἡ ἐμαυτόϲ καὶ μετ’ αὐτῆϲ ῥῆμα τοῦ αὐτοῦ προϲώπου ϲυντάϲϲοιτο, γένοιντ’ ἂν δυνάμει δύο εὐθεῖαι. δύο δὲ εὐθεῖαι οὐδέποτε θέλουϲι ϲυντάϲϲεϲθαι ἐν ταῖϲ ϲυντάξεϲι τῶν ῥημάτων, ἀλλὰ πλάγιοϲ καὶ εὐθεῖα, ἔν γε ταῖϲ ἐν μεταβάϲει ἐχούϲαιϲ τὸ ἕτερον πρόϲωπον. οὐκ ἄρα ϲυϲτήϲεται ἡ ἐμαυτόϲ κατὰ τοῦτο.