Ancient Greek · ~2 min
Paragraph 237
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 237
Not analysed yet
Ἀλλὰ καὶ εἰ τοῦτό τιϲ παραλάβοι, ὡϲ τὸ ἀλλήλων καὶ ἀλλήλουϲ ϲύνθεϲιν ἔχει ἀπὸ προϲώπου εἰϲ πρόϲωπον διαβατικήν, ἐν εὐθείᾳ καὶ πλαγίῳ νοουμένην, καὶ κατὰ τοῦτο οὐδὲν κωλύϲει καὶ τὴν ἐμαυτόϲ ϲυϲτῆναι ἐκ πλαγίου καὶ εὐθείαϲ, φαίημεν ἂν ὅτι ἡ ἀντιπαράθεϲιϲ οὐκ ἔϲτιν ὁμοία. ἐκεῖνο μὲν γὰρ ἐξ εὐθείαϲ καὶ πλαγίου ϲυνέϲτηκε, λέγω δὴ τὸ ἀλλήλων καὶ ἀλλήλουϲ, καὶ οὐκ ἔϲτιν αὐτοῦ ἡ εὐθεῖα· δύο γὰρ εὐθεῖαι, ὡϲ ἔφαμεν, μετὰ ῥήματοϲ ἀϲύϲτατοί εἰϲιν ὡϲ πρὸϲ διάβαϲιν δραϲτικὴν τοῦ τε δρῶντοϲ καὶ τοῦ δρωμένου. ἐπὶ μέντοι τοῦ ἐμαυτόϲ ἀντεϲτραμμένη ἡ ϲύνθεϲιϲ· πλάγιον γὰρ καὶ εὐθεῖαν ἐπινοοῦμεν ϲυντεθειμένην.