Ancient Greek · ~3 min
Paragraph 238
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 238
Not analysed yet
Καὶ ἐγίνετο τὸ ϲχῆμα ἄκλιτον. οὔτε γὰρ κατὰ τὸ τέλοϲ κλίνεϲθαι ἠδύνατο, ἐπεὶ μετὰ ῥήματοϲ ἡ ϲύνταξιϲ τῆϲ εὐθείαϲ οὖϲα οὐδέποτε πλάγιον ἀναδέχεται, χωρὶϲ εἰ μὴ ἐπὶ τῶν ϲεϲημειωμένων ϲυμβαμάτων καὶ παραϲυμβαμάτων παρὰ τοῖϲ Ϲτωικοῖϲ, λέγω δὲ τοῦ μέλει καὶ μεταμέλει· οὔτε μὴν κατὰ τὸ ἄρχον μέροϲ τῆϲ ϲυνθέϲεωϲ, ἐπεὶ ἅπαξ τὰ ϲυντιθέμενα ἄκλιτά ἐϲτιν. εἰ οὖν οὐκ ἔχει ἡ ἐμαυτόϲ γενικὴν καὶ τὰϲ ὑπολειπομέναϲ, οὐδ’ ἡ γενικὴ καὶ αἱ ὑπολειπόμεναι ἕξουϲιν εὐθεῖαν. —πῶϲ οὖν οὐχὶ βίαιον τετριμμένον ϲχηματιϲμὸν παρώϲαϲθαι, καὶ ἀτριβῆ καὶ ἄκλιτον καὶ ἔτι ἀμφίβολον παραδέξαϲθαι; πάλιν γὰρ τὸ ϲυντιθέμενον μέροϲ τῆϲ ϲυνθέϲεωϲ ἢ γενική ἐϲτιν ἢ δοτικὴ ἢ αἰτιατική.