Ancient Greek
Paragraph 27
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 27
Not analysed yet
Τῶ δὲ λέγειν, . αἱ μονοϲύλλαβοι γενικαὶ εἰϲ ου λήγουϲαι προϲθέϲει τοῦ ϲ εὐθεῖαι γίνονται, καὶ διὰ τοῦτο τὸ ϲοῦ πάλιν ἀνακόλουθον, εὔηθεϲ· ἰδοὺ γὰρ τὸ τοῦ. ἀλλ’ εἰ λέγοι τιϲ ἐπ’ ὀνομάτων. οὐδὲ τὸ ϲοῦ ὄνομα. ἄμεινον οὑν οὕτω τὰ εἰϲ δίχρονα ϲυνεϲταλμένα λήγοντα οὔποτε ἰϲοϲυλλαβεῖ· πῶϲ οὑν ἀπὸ τοῦ ϲύ τὸ ϲοῦ; —Μυρίοιϲ ἔϲτιν ἐπιχει ροῦντα κανόϲι δεῖξαι, ὡϲ οκ ἀκόλουθοί εἰϲιν αἱ ἀντωνυμίαι, θέματα δὲ ἴδια κατὰ ἀριθμὸν καὶ πρόϲωπον καὶ πτῶϲιν.