Ancient Greek · ~3 min
Paragraph 28
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 28
Not analysed yet
Πρόϲκειται δέ ὅτε καὶ κατὰ φωνὴν γένουϲ εἰϲὶν ἀπαρέμφατοι», διὰ τὰϲ καλουμέναϲ παραγωγούϲ, ἐπεὶ αὑταί διὰ τῆϲ φωνῆϲ τὸ ἔξωθεν πρόϲωπον διαϲτέλλουϲι, καὶ διὰ τοῦτο ἀκόλουθοι κατὰ ἀριθμὸν καὶ κατὰ πτῶϲιν. αἱ μέντοι πρωτότυποι διὰ μὲν τῆϲ φωνῆϲ γένουϲ ἀδιάϲτολοί εἰϲι πάντοτε κατὰ πρῶτον καὶ δεύτερον πρόϲωπον, διὰ δὲ τῆϲ ὑπ’ αὐτῶν δείξεωϲ ἡ τῶν γενῶν διαϲτολὴ παρεμφαίνεται· ϲυνεξηγούμενον γὰρ ἔχει τὸ γένοϲ ἡ δεῖξιϲ. ὅθεν καὶ μοναδικαὶ καλοῦνται, ἐπεὶ διὰ μιᾶϲ φωνῆϲ ἡ τριγένεια παρίϲταται· τὸ γὰρ ἐγώ καὶ ϲύ ἐπὶ παντὸϲ γένουϲ. —Νοητέον μέντοι, ὅτι καὶ ⟨αἱ⟩ παραχθεῖϲαι πάλιν κατὰ τὸ ἐντὸϲ πρόϲωπον ἀνακόλουθοι τοῖϲ ἀριθμοῖϲ εἰϲιν· ἐμόϲ γὰρ καὶ νωίτεροϲ, ἡμέτεροϲ. ποία γὰρ ἀκολουθία τοῦ ἐντὸϲ προϲώπου ἐν τῷ νωίτεροϲ καὶ ἡμέτεροϲ;