Ancient Greek
Paragraph 29
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 29
Not analysed yet
Αἴτιον παραλαμβάνουϲι τῆϲ ἀκλιϲίαϲ τὸ πᾶϲαν λέξιν, τῶν τριῶν οὐϲαν γενῶν παραϲτατικήν, ἄκλιτον φυλάϲϲεϲθαι, καὶ τοῦτο τεκμαίρονται ἐκ τῶν ἀριθμῶν. ἐπεὶ γὰρ τὸ τέϲϲαρεϲ καὶ τρεῖϲ οὐ μιῇ φωνῇ χρῆται κατὰ τῶν τριῶν γενῶν (τέϲϲαρα γὰρ καὶ τρία), διὰ τοῦτο κλίνεται, τεϲϲάρων καὶ τέϲϲαρϲι· τὸ μέντοι πέντε καὶ τὰ τοιαῦτα, μοναδικὰ ὄντα κατὰ τῶν τριῶν γενῶν ,ἄκλιτα. καὶ διὰ τοῦτο τὸ δυοῖν κλιθὲν ἠλογήθη, τοῦ δύο μοναδικοῦ καθεϲτῶτοϲ. (τὸ γὰρ ϲώφρονε καὶ τὸ φιλιάτρω κλιθὲν οὐκ ἀντέκειτο· ἡ γὰρ τούτων ἑνικὴ ἐκφορὰ καὶ πληθυντικὴ οὐ τὰ τρία γένη ἐδήλου.) ὅθεν καὶ τὰϲ ἀντωνυμίαϲ τὸ αὐτὸ ἀναδέχεϲθαι. ὅπου γάρ εἰϲι μοναδικαί ,ἐκεῖ καὶ ἄκλιτοι· ὅπου δὲ τὸ γένοϲ διαϲτέλλεται, ἐκεῖ καὶ ἡ κλίϲιϲ.» –ὙΠπολαμβάνω δ’ εὐλόγωϲ τὰϲ πτώϲειϲ τῶν τοιούτων ϲεϲιγῆϲθαι, ϲυνεξηταϲμέναϲ τῇ τοῦ γένουϲ ϲυγχύϲει. τούτῳ γὰρ τῶ λόγῳ τὰ τῶν τριῶν γενῶν διακριτικὰ ἀκώλυτον ἔχει καὶ τὴν εἰϲ τὰϲ πτώϲειϲ μετάβαϲιν.