Ancient Greek
Paragraph 30
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 30
Not analysed yet
Τὸ λέγειν, ὡϲ τῇ μὲν ἐμέο ἀκόλουθοϲ ἡ ἡμέων, τῆ δὲ ἐμοῦ ἡ ἡμῶν . καθὸ αἱ γενικαὶ πληθυντικαὶ ἰϲοϲυλλαβοῦϲι ταῖϲ ἑνικαῖϲ, ληρῶδεϲ. οὕτε γάρ, εἰ ἦν ἀκόλουθοϲ, τὸ ἕν τὰ πλείονα ἐκανόνιζεν, οὕτε ἔϲτιν ἀκόλουθοϲ· τὰ γὰρ ἐναντία ἐϲτίν. ἡ μὲν γὰρ δαϲύνεται, ἀπὸ τοῦ η ἀρχομένη, ἡ δὲ ψιλοῦται, ἀπὸ τοῦ ε. τί δ’ ἂν φήϲαιεν ἐπὶ τῆϲ ϲέο καὶ ὑμέων, οὐδεμιᾶϲ ἔτι ἀφορμῆϲ οϲηϲ —Οὐχ ὑγιὲϲ δὲ κἀκεῖνο. εἐπεὶ γάρ», φαϲιν ,ἀπὸ τοῦ ε ἄρχονται πᾶϲαι ἐπὶ τοῦ πρώτου, ἀκολουθίαϲ ἐχόμεναι, ἡ φύϲιϲ ἐν τοῖϲ τέλεϲιν οὐδέποτε ποιεῖ ϲὐγχυϲιν» . Τί δὲ οὐχὶ πάλιν τὰ δυϊκὰ καὶ τὰ πληθυντικὰ ἀπὸ τοῦ ε ἄρχεται; —Δῆλον οὑν ὡϲ μόνον ἕνεκα ϲημαινομένου γενικήν φαμεν τὴν ἐμοῦ τῆϲ ἐγώ, καὶ ἔτι δυϊκὴν τὴν νῶι ,εἴγε καὶ ἐν ὀνόμαϲιν ἑτερόπτωτα, ὕδωρ ὕδατοϲ, μέγαϲ μεγάλου, καὶ ἐν ῥήμαϲιν ἑτερόκλιτα, ἔϲθω ἔφα γον, φέρω οἴϲω.