Ancient Greek
Paragraph 31
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 31
Not analysed yet
εὶ αἱ ϲύνθετοι τῶν λέξεων διηνεκὲϲ ἔχουϲι τὸ ϲημαινόμενον, καθάπερ ὁ μιϲάνθρωποϲ, ὁ φιλάνθρωποϲ καὶ φιλοπλάτων, πῶϲ οὐ γέλοιοι οἱ ϲυνάρθρουϲ καὶ ἀϲυνάρθρουϲ ἀποφαινόμενοι τὰϲ ἀντωνυμίαϲ: καὶ γὰρ αἱ καλούμεναι ϲύναρθροι ,πρόϲωπα ἔχουϲαι δεικτικά, δεκτικαὶ οὑκ εἰϲιν ἄρθρων, καθάπερ ἐπὶ τοῦ ἐμόϲ εἶ καὶ ἡμέτεροϲ εἶ οὖτε αἱ ἀϲύναρθροι ἐκτόϲ είϲιν ἄρθρων. Ἀττικοὶ γοῦν τὸν ἐμέ ἰαλλίμαχοϲ ναὶ μὰ τὸν αὐτὸν ἐμέ· καὶ τὸν ϲὲ Κροτωπιάδην (fr. 315 ΟSϲhneider)· καὶ Μένανδροϲ ἐν Ὕμνιδι (Mein. com. gr. lV 210) νῦν δὲ κατὰ πόλιν εὕρῃ τὸν ἕτερον ,τὸν ϲέ, τὸν ἐμὲ τουτον. ἀλλ’ εἰ καὶ ταῦτα παράλογον ἔχει τὴν ϲύνταξιν, ἀλλ’ οὖν γε τοῖϲ ὑποτακτικοῖϲ ϲυντάϲϲονται, ἐγὼ ὃϲ ἔγρα ψᾶ, ἐμὲ ὃν ἐτίμηϲαϲ. τί οὖν οὐ μᾶλλον ἀπὸ τῶν ὑποτακτικῶν ἄρθρων ϲύναρθροι είρήϲονται, ἧπερ ἐκ τῶν προτακτικῶν ἀϲύναρθροι καὶ ἀνάπαλιν ἡ ἐμόϲ καὶ ϲόϲ καὶ αἱ παραπλήϲιοι, οὐ προϲλαμβάνουϲαι ὑποτακτικὰ ἄρῆορα ,ἀϲύναρθροι είρή ϲονται· οὐ γὰρ ϲυϲτατὸν τὸ λέγειν ἐμὸϲ ὃϲ ἔδραϲεν, εί μὴ προϲθείημεν τὸ δοῦλοϲ, οὐ ἐϲτὶ τὸ ἄρθρον. ἀμέλει γοῦν καὶ οὕτω φαμέν, δοῦλοϲ ὅϲ ἐ δραϲε. τί δ’ οὐχὶ μᾶλλον ἐκ τοῦ πρὸϲ τὸ δεύτερον πρόϲωπον, λέγω δὲ τοῦ ἐμὸϲ εἰ, ἀϲύναρθροι ῥηθήϲονται, ἤπερ ἐκ τοῦ κατὰ τὸ τρίτον, τοῦ ⟨ὁ⟩ ἐμόϲ ἐϲτι, ⟨ϲύναρθοι ⟩