Ancient Greek
Paragraph 32
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 32
Not analysed yet
Ἐδείχθη ἄρα ὡϲ ἡ ἐπ’ αὐταῖϲ κλῆϲιϲ διέψευϲται, εἰϲ τὰ ἐναντία περιιϲταμένη. οὐκ οἴμαι δὲ ἄκαιρον γενήϲεϲθαι τὸ καὶ τὸν λόγον τῆϲ ἀϲυνταξίαϲ παραθέϲθαι. Ἡ τῶν ἄρθρων ϲημαϲία ἀλλοτρία δείξεωϲ καθέϲτηκεν, ἐπαγγέλλεται δὲ ἀναφοράν, ὅ ἐϲτιν ἀναπολούμενον πρόϲωπον. ὀρθῶϲ οὖν τῶν πρωτοτύπων, δεῖξιν ϲημαινουϲῶν, κατὰ πρόταξιν ἀμοιρεῖ, καθ’ὑπόταξιν δὲ οὐκέτι, ἐγῶ ὃϲ ἐποίηϲα· ἀναπολεῖ γὰρ ἐπὶ τὴν ἐγώ προυφεϲτῶϲαν.