Ancient Greek
Paragraph 33
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 33
Not analysed yet
Ἔϲτι καὶ οὔτωϲ εἰπεῖν. αἱ ἀντωνυμίαι τοῖϲ πύϲμαϲιν ἀνθυπαγὸμεναι γνῶϲιν πρώτην ἐπαγγέλλονται (τίϲ ἔγρα ψεν ἐγὠ ἢ ὅδε), τὰ δὲ ἄρθρα δευτέραν γνῶϲιν ϲημαίνει, ἄνθρωποϲ ἦλθεν ,ὁ ἄνθρω ποϲ ἦλθεν· πλοῖον ἦλθε, τὸ πλοῖον ἦλθε, τὸ καὶ πάλαι γινωϲκόμενον. πῶϲ οὑν δυνατὸν τὸ ἄρθρον προτάϲϲεϲθαι τῆϲ πρώτηϲ δείξεωϲ ἀκωλύτωϲ γὰρ ὑποταγήϲεται, ἀναπολοῦντα ἐπὶ τὴν προκειμένην δεῖξιν, ἐμὲ δν ἐτίμηϲα ϲ. Μαρτυροῦϲι τῷ λόγῳ αἱ παραγωγοί. δεικνύουϲαι μὲν γὰρ τὸ κτῆμα ἀπρόϲληπτοί εἰϲιν ἄρθρων, ἐμὸϲ εἰ, ἡμέτεροϲ εἰ· ὑπὲρ δὲ ἀπόντοϲ τοῦ κτήματοϲ ἀναπολοῦϲιν ἐπὶ τὴν προκειμένην γνῶϲιν, ὁ ἐμόϲ ἐϲτι φίλοϲ, ὁ ἡμέτερόϲ ἐϲτιν οίκέτηϲ. τούτῳ τῷ λόγῳ τὸ ὦ ἐπὶ κλητικῆϲ δείκνυται, ὡϲ οὐ τῆϲ ἐννοίαϲ τῶν ἄρθρων ἔχεται.