Ancient Greek · ~2 min
Paragraph 47
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 47
Not analysed yet
Ἔτι γε μὴν ἐπὶ δϊκοῦ ϲύλληψιϲ γενήϲεται, ἀλλ’ οὐκέτι ἐν τριϲὶ προϲώποιϲ, ἀλλ’ ἐν δυϲί· πόθεν γὰρ τὸ δυάδοϲ παραϲτατικὸν ϲύλληψιν τριῶν ποιήϲεται καὶ πρώτου μὲν πρὸϲ τρίτον, νῶι δ, ἐγῶ Ϲθένελόϲ τε (1 48), πρὸϲ δὲ δεύτερον, πρίν γ’ ἐπὶ νὼ τῷδ’ ἀνδρί (E 219) καὶ ἐπὶ δευτέρου δευτέρων, γυιώϲειν ύὲν ϲφῶιν ὑφ’ ἅρμαϲι (Θ 416), δευτέρου δὲ καὶ τρίτου, ϲφῶι μὲν αὐθι (Μ 366). ἐξηγήϲεται γὰρ αὐτὸϲ πρὸϲ παρόντα μὲν τὸν Αἴαντα, ἀπόντα δὲ τὸν Λυκομήδη, ϲὺ καὶ κρατερὸϲ υκομήδηϲ (M 366).