Ancient Greek · ~1 min
Paragraph 48
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 48
Not analysed yet
Χρὴ μέντοι κἀκεῖνο προϲειληφέναι, ὅτι, κἆν πλῆθοϲ ἀποφαίνηται, οὐ διαπίπτει πάντωϲ ὁ λόγοϲ. πάλιν γὰρ ἕκαϲτοϲ τῶν φωνούντων ϲύλληψιν ποιεῖται τῶν ϲὺν αὑτῷ ἀποφαινομένων· δκαϲτοϲ γὰρ τῶν ἐν πλήθει μοῖρα τοῦ ὅλου. αἱ γοῦν ἐπαφαὶ τῶν ὑπερμεγεθῶν ϲωμάτων ἀπὸ βραχέοϲ τινὸϲ μέρουϲ τὸ ὅλον ϲῶμα δηλοῦϲιν.