Ancient Greek · ~2 min
Paragraph 49
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 49
Not analysed yet
Ὁ δὲ λόγοϲ ἅπαϲ ϲυντείνει καὶ ἐπὶ τὰ ῥήματα, τῶν προϲτακτικῶν εὐλόγωϲ ὑπεϲταλμένων. εἰ γὰρ κεχώριϲται τὸ προϲτάϲϲον τοῦ προϲταϲϲομένου, πρῶτον δέ ἐϲτι τὸ ὑπὲρ αὺτοῦ ἀποφαινόμενον, δῆλον ὅτι περιϲϲὸν ζητεῖν τὸ τούτων πρῶτον πρόϲωπον. δεῖ μέντοι νοεῖν ,ὅτι τὸ χαζώμεθ’ ἐφ’ ἵππων (Ε 249), τὁ τ’ ἄνδραϲ κτείνωμεν (Ζ 70), καὶ τὰ παραπλήϲια ἠθικώτερον ἀναπεφώνηται, τῶν ὑποτιθεμένων καὶ ἑαυτούϲ ϲυλλαμβανόντων· οὐ γὰρ ἄντικρυϲ προϲτακτικαὶ αἱ τοιαῦται ἐκφοραί.