Ancient Greek · ~6 min
Paragraph 50
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 50
Not analysed yet
Ἐξχομένωϲ ϲκεπτέον καὶ περὶ τῶν κατὰ κλητικὴν προϲώπων, τίνα τέ ἐϲτιν ἐν πρωτοτύποιϲ, τίνα τε ἐν κτητικαῖϲ. Εἰ κλητική ἐϲτι κλῆϲιϲ τῶν πέλαϲ, ὀρθῶϲ οὔτε τὰ πρῶτα κλητικὴν ἔχει τῶν πρωτοτύπων (καὶ γὰρ περὶ αὐτῶν τὸν λόγον ποιεῖται) οὔτε τὰ τρίτα, ἐπεὶ ἢ ἄπεϲτιν ἀναφορικῶϲ λεγόμενα, ὡϲ αὐτόϲ καὶ ἐκεῖνοϲ, κεῖνοϲ ἀνήρ, ὅτ’ ἐμεῖο κυνώπιδοϲ εἵνεκ’ Ἀχαιοί (δ 145). ἢ δείκνυται ἐν διαϲτάϲει, ὡϲ ἐν τῷ ἐκεῖνοϲ. ὅπερ οὐ προϲίεται ἡ κλητική. καὶ τούτου πίϲτιϲ τὸ τὴν μὲν οὗτοϲ καὶ ἐπὶ κλήϲεωϲϲεϲθαι, καθὸ πληϲιάζει. 5 οὑτοϲ, ἢ οἰῇ ϲτρατείαν ἐϲϲείϲθαι Ϲὠφρων (fr. 23 Ahrens). Κρατῖνοϲ ἐν Δραπέτιϲιν (com. gr. llp. 51 Mein.) · οὐτοϲ, καθεύδειϲ: Β. οὐκ ἀναϲτήϲειϲ βοῶν· Ἀριϲτοφάνηϲ ἐν Ϲφηξίν (v. 1) οὐτοϲ, τί πάϲχειϲ. ὧ κακόδαιμον Ξανθία. Ἄλλοι δέ τινεϲ ὑπέλαβον ὠλιγωρῆϲθαι. ἐπεὶ ἐπὶ κλητικῆϲ ἐτέθη. δέον γάρ, φαϲι, τὴν ϲύ παρειλῆφθαι· ἐχρῆν τε εἰϲ ε λήγειν, καθὸ τὰ τοιάδε τῶν πτωτικῶν εἰϲ ε λήγει κατὰ τὴν κλητικήν· ἔτι γε μὴν τὸ παρὰ Ϲώφρονι καὶ ἄρθρον προϲέλαβεν ἐν τῷ ὦ οὗτοϲ. Πάνυ δὲ εὔηθεϲ τὸ τοιοῦτον. δι’ οὗ γὰρ λόγου κανονίζεται τὸ ἐκεῖνοϲ καὶ ἔτι τὸ πόϲοϲ καὶ ποῖοϲ ἀμοιρεῖν κλητικῆϲ, διὰ τούτου καταϲκευάζεται ὡϲ 26 A τὸ οὺτοϲ ὀρθῶϲ ἐπὶ κλητικῆϲ τετάξεται. κλητικὴ γὰρ κλῆϲιϲ τοῦ πέλαϲ, πέλαϲ δέ ἐϲτι τὸ οὐτοϲ, κλητικῆϲ ἄρα τεύξεται. —προαλὲϲ δὲ καὶ τὸ ὦ ἄρθρον παραδέχεϲθαι· ἐκπίπτει γὰρ τῆϲ τῶν ἄρθρων ἐννοίαϲ. ἄλλωϲ τε διδομένηϲ τῆϲ κλητικῆϲ δοθήϲεται καὶ τὸ ὤ. —ἴϲωϲ δὲ καὶ Ἀττιικῷ ἔθει εἰϲ οϲ ἔληξεν ἐπὶ κλητικῆϲ ὁμοίωϲ τῷ δὸϲ φίλοϲ (ρ 415). ἄλλωϲ τε ἐδείχθηϲαν πολλάκιϲ ἀνακόλουθοι αἱ ἀντωνυμίαι.