Ancient Greek · ~5 min
Paragraph 63
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 63
Not analysed yet
Ἀλα τὸ τίϲ, ἀποφαντικὸν ὄν, ἐγκλίνεται. Ἀλλ᾿ οὐδεμία ἀντωνυμία, εὐθείαϲ οὐϲα, ἐγκλίνεται, τὸ δὲ τίϲ εὐθείαϲ· πῶϲ οὖν ἀντωνυμία: ἄλλωϲ τε οὐκ ἴδιον ἀντωνυμίαϲ ἔγκλιϲιϲ, ἀλλὰ καὶ ῥημάτων, ὡϲ τὸ ἐϲτίν, εἰϲίν, καὶ ϲυνδέϲμων, ὁ πέρ, ὁ τέ, καὶ ἐπιρρημάτων, ὡϲ τὸ ποτέ, πῶϲ. οὐκ ἐπεὶ οὖν ἐγκλίνεται τὸ τίϲ, ἀντωνυμία. —Πῶϲ οὖν οὐ τείνεται μονοϲυλλαβοῦν ὡϲ τὰ ὀνόματα: Τοῦτο φωνῆϲ κατηγόρημα, οὐ τοῦ νοουμένου ἀπὸ τῆϲ φωνῆϲ. ἡ αὐχενοϲ παράλογόϲ ἐϲτιν, ἀλλ᾿ ὄνομα· τὸ πέποϲχα ἡμάρτηται, ἀλλὰ ῥῆμα. ἴϲωϲ δὲ καὶ ἡ ϲύντομοϲ τῆϲ πεύϲεωϲ ἀνάκριϲιϲ τὸ μακρὸν ῑ παρῃτήϲατο. —εἰϲ ῑ δὲ λήγει τὸ οὐδέτερον, καθότι τὰ ϲυϲτελλόμενα τῶν διχρόνων ἀποβολῇ τοῦ ϲ τὸ οὐδέτερον ποιοῦϲι, ταχύϲ τα χύ, ῆμιϲυϲ ῆμιϲυ, μέγαϲ μέγα, εχαριϲ εὔχαρι· τοιοῦτον οὑν καὶ τὸ τί. —Αἱ ἀντωνυμίαι ⟨αἱ⟩ ὀρθοτονούμεναι καὶ ἐγκλινόμεναι ἐγκλινόμεναι αὐτὸ μόνον διακρίνουϲι τὰ πρόϲωπα, ὀρθοτονούμεναι διαϲτέλλουϲι καὶ ἀντανακλῶνται· τῷ δὲ τίϲ οὐ ταὐτὸν παρηκολούθει. οὐ γὰρ ἕνεκα διαϲτολῆϲ τὸ τίϲ ὀξύνεται. ἀλλ’ ἕνεκα πεύϲεωϲ. —Τῷ τίϲ τὸ ἐγώ ἀνθυπάγεται, ἀλλὰ καὶ τὸ Ἀρίϲταρχοϲ, ἄλλα μυρία προϲῶπων δεικτικά. τὰ δὲ πύϲματα κατὰ ποϲότητοϲ, ὡϲ τὸ πόϲοϲ, καὶ ποιότητοϲ, ὡϲ τὸ ποῖοϲ, καὶ πηλικότητοϲ, ὡϲ τὸ πηλίκοϲ, καὶ κατ’ οὐϲίαϲ, ὡϲ τὸ τίϲ. καὶ οὐ διὰ τοῦτο ἀντωνυμία.