Ancient Greek · ~6 min
Paragraph 64
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 64
Not analysed yet
ῦὐκ ἔϲτιν εὔλογον κατατρέχονταϲ τῆϲ φωνῆϲ φάναι ὡϲ οὐδεμία ἀντωνυμία εἰϲ ιϲ ἢ εἰϲ νοϲ ἢ εἰϲ νᾷ λήγει, ἥ περιϲϲοϲυλλαβεῖ κατὰ γενικήν γ. ἐπεὶ ἕνεκά γε τούτου οὐδεμία ἀντωνυμία είϲ γω ἢ εἰϲ ϲυ. καὶ ϲχεδὸν ἐπὶ παϲῶν τὸ αὐτὸ ἦν, καὶ οὐ πάντωϲ οὐκ ἀντωνυμίαι. —εἰ δὲ χρή, ἐκεῖνο λεκτέον, ὡϲ αἱ γένουϲ παραϲτατικαὶ καὶ ἀκοινώ. νητοι ὡϲ πρὸϲ τὰ θηλυκά, ἐκεῖνοϲ ἐκείν η, αὐτόϲ α ὐτ ή· πῶϲ οὕν ὁ τίϲ καὶ ἡ τίϲ :—τὸ οὐδείϲ ϲυντάϲϲεται γενικῇ ἀντωνυμίαϲ, οὐδεὶϲ αὐτῶν. οὐδεὶϲ ἡμῶν· οὐκέτι τῷ τινῶν. —πρὸϲ τὴν πεῦϲιν βαρύνεται τὸ τίνων, ἐπεὶ τὰ πύϲματα πρὸϲ πάντων Ἐλλήνων βαρύνεται, ὑπὲρ μίαν ϲυλλαβὴν ὄντα, ὑπεξαιρουμένου τοῦ ποδαπόϲ διὰ τὸν τύπον. οὐ πάντωϲ οὖν οὐχὶ ὄνομα, ὅτι παρὰ Δωριεῦϲιν ⟨οὐ⟩ περιϲπᾶται, καὶ ἐπεὶ τινά ὀξυτόνωϲ φαμὲν ἐπὶ τῆϲ ἀποφάϲεωϲ, καίτοι μηδεμιᾶϲ αἰτιατικῆϲ εἰϲ α ληγούϲηϲ καὶ ὀξυτονουμένηϲ. Πῶϲ δὲ οὐχὶ κἀκεῖνο γέλοιον «ἡ γὰρ ἵ ἀντωνυμία προϲέλαβέ», φαϲι, τὸ τ, καὶ ἐγένετο τί, τὰ δὲ τοιαῦτα τοῦ αὐτοῦ μέρουϲ λόγου, οἱ ἱοc τοῖοϲ, ὡς τ τώϲ.» Πρῶτον μὲν οὐ τῆϲ αὐτῆϲ ἐννοίαϲ· εἷτα ἔδει τὸ τί τῶν τριῶν γενῶν εἶναι παραϲτατικόν, ὥϲπερ καὶ τὸ ἵ. ἢ εἴπερ τὸ τί οὐδέτερον μόνωϲ, πῶϲ οὐχὶ καὶ τῷ τίϲ τὸ δίχα τοῦ τ παράκειται ἵϲ τί δὲ τὰ μὲν ἀπὸ τοῦ τ κλίϲιν καὶ ἀριθμὸν ἀνεδέξατο, τινόϲ, τινῶν τὰ δὲ ἀπὸ τοῦ ι οὐκέτι, τῶν τοιούτων κλινομένων, οἵου γὰρ καὶ τοίου.