Ancient Greek
Paragraph 65
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 65
Not analysed yet
Τὸ τηλικοῦτοϲ καὶ τοιοῦτοϲ τά τε τούτοιϲ ὅμοια ϲύνθετα, ὥϲ τινεϲ ὑπέλαβον. ϲκεπτέον οὖν καὶ τίνα ἂν μέρη λόγου εἴη, εἴπερ ἔγκειται τὸ οὗτοϲ. Καὶ ὑπὲρ μὲν τῆϲ ϲυνθέϲεωϲ τάδε τὰ κεφάλαια· ὁ τύποϲ τῆϲ φωνῆϲ, ἐν ᾡ τὰ ἐν διαλύϲει φαμὲν τηλίκοϲ οὖτοϲ. ἡ διὰ τοῦ ι ἐπέκταϲιϲ, τηλικουτοϲί, τοιουτοϲί, ὅπερ ἐπ᾿ ὀνομάτων οὐ ϲυμβαίνει. —τὸ δεῖξιν ἀναδέχεϲθαι· ἀφορῶντεϲ γάρ φαμεν τηλι. κοῦτοϲ καὶ τοιοῦτοϲ, τούτου μὴ παρακολουθοῦντοϲ ὀνόμαϲι. —τῶν τε οὐδετέρων ἡ εἰϲ ο κατάληξιϲ, τηλικοῦτο· ὁμοίωϲ γὰρ τῷ αὐτό καὶ τοῦτο καὶ ἐκεῖνο. »