Ancient Greek · ~6 min
Paragraph 78
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 78
Not analysed yet
Τούτῳ γὰρ τῷ λόγῳ καὶ αἱ μετὰ τῆϲ ἐπιταγματικῆϲ μόνωϲ ὀρθοτονοῦνται· πάλιν γὰρ πλείων ἡ διαϲτολὴ τοῦ προϲώπου· ἐμοῦ γὰρ αὐτοῦ ὁρῶντοϲ, ἐμὲ αὐτὸν ἔτυψε. Παραπεμπτέον γὰρ τοὺϲ ὑπολαμβάνονταϲ ἕνεκα γένουϲ παρειλῆφθαι τὴν αὐτόϲ, ἐπεὶ ἀδιάϲτολοί εἰϲιν αἱ πρωτότυποι γένουϲ. πρῶτον γὰρ οὐ προϲδέονται γένουϲ, τῆϲ ἐν αὐταῖϲ δείξεωϲ ϲυνεξηγουμένηϲ τὸ γένοϲ ἔπειτα τί φήϲουϲιν ἐπὶ τοῦ οὑτοϲ αὐτόϲ καὶ ἐκεῖνοϲ αὐτόϲ οὐ γὰρ καὶ ἐνταυθοῖ ἀδιάϲτολον τὸ γένοϲ. —«Ἀλλ᾿ ἴϲωϲ ταῖϲ κατὰ τὸ τρίτον ἀδιαϲτόλοιϲ γένουϲ οὔϲαιϲ, εὐλόγωϲ ϲυνταχθήϲεται ἕνεκα γένουϲ· οὐδὲ γὰρ ἔϲτι καὶ ἐπὶ τούτων ⟨λέγειν⟩, ὡϲ ἡ δεῖξιϲ τὸ γένοϲ ἐξηγεῖται ἄπεϲτι γάρ.» Ἀλλ᾿ οὐδ᾿ ἐπὶ τούτων ἕνεκα γένουϲ ἡ παράθεϲιϲ. ἀναφερόμεναι γὰρ ἐπί τι πρόϲωπον προεγνωϲμένον αἱ κατὰ τὸ τρίτον παραλαμβάνονται· ἐν ᾧ δὲ ἔγνωϲται, ἐν τούτῳ οὐκ ἄδηλον τὸ γένοϲ. οὐκ ἄρα οὐδὲ ταῖϲ κατὰ τὸ τρίτον ἕνεκα γένουϲ παρατίθεται. —Οὐκ ἀγνοῶν δὲ τὰϲ ἐγκλινομέναϲ κατὰ τὸ τρίτον μετὰ τῆϲ αὐτόϲ ταῦτά φημι· ἐγκέκλιται γοῦν τὸ ἀλλά οἱ αὐτῷ (δ 667) καὶ Εὐρύαλοϲ δέ ἑ αὐτόν (θ 396)· φήϲει γάρ τιϲ· εἰ ταῖϲ ὀρθοτονουμέναιϲ ϲυντάϲϲεται ἕνεκα διαϲτολῆϲ, πῶϲ οὐκ ὀρθοτονουμέναιϲ ϲυντέτακται; λείπεται οὐν ὡϲ διὰ τὸ γένοϲ. »Ἀλλὰ δειχθήϲεται ὡϲ πολλάκιϲ ὑπὸ ποιητικῆϲ ἀδείαϲ παρέλκεται ἡ αὐτόϲ, κὰδ δέ μιν αὐτόν (Φ 318), ἠέ μιν αὐτόν (Ω 412), καθὸ καὶ ἐπ᾿ ἄλλων λέξεων αἱ παρολκαί. ἔπειτα εἰρήϲεται, ὡϲ καὶ τὰ τῆϲ ἀναγνώϲεωϲ παράλογα, ὅταν ἐφιϲτάνωμεν ὑπὲρ τῶν κατὰ τὸ τρίτον, εἰ ὀρθοτονηθεῖϲαι πάντωϲ ἀντανακλαϲθήϲονται.