Ancient Greek
Paragraph 88
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 88
Not analysed yet
Ὁμοίωϲ καὶ αἱ διεζευγμέναι, ἢ ἐμοὶ ἢ τῷδε, ἡ ἐμὲ ἢ τόνδε. Καὶ διὰ τοῦτό φαϲι τὸ ἤ μ᾿ ἀνάειρ᾿ ἢ ἐγὼ ϲέ (Ψ 724) ἐγκλιθὲν παράλογον οὐδὲν γὰρ ἐκώλυεν ὀρθοτονεῖν, τοῦ κατ᾿ ἀρχὴν ε ϲυναληλιμμένου ὡϲ ἐπὶ τοῦ τήμῆ, τώμῷ. καὶ φαίνεται ὡϲ μονοϲυλλαβήϲαϲα ἡ μέ δελεαϲμὸν ἐποίει τῆϲ ἐγκλιτικῆϲ ἀναγνώϲεωϲ. Ἴϲωϲ δὲ πρὸϲ ταῦτα φήϲει τιϲ, ὡϲ ἡ ἀνάγνωϲιϲ καλῶϲ ἔχει, οὐ διαζευχθείϲηϲ τῆϲ ἀντωνυμίαϲ, ἐν ὑπερβατῷ δὲ κειμένηϲ, ὥϲτε τὸ ἑξῆϲ εἶναι· ἢ ἀνάειρόν με, καθάπερ καὶ ἐπὶ τῶν ϲυμπλεκομένων τὸ καί μοι τοῦτ᾿ ἀγόρευϲον (δ 645) ἐνεκλίναμεν, τοῦ ἐντελοῦϲ ὄντοϲ καὶ τοῦτό μοι ἀγόρευϲον.