Ancient Greek
Paragraph 89
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 89
Not analysed yet
Λείπεται πρότερον διεϲκέφθαι, πῶϲ αἱ ἀντωνυμίαι ἢ ϲυμπεπλεγμέναι ἢ διεζευγμέναι εἰϲίν· οὐ γὰρ ψιλῇ παρατηρήϲει τὰ τοιαῦτα δεῖ διακρούεϲθαι. τὰ δὴ ϲυμπεπλεγμένα ἢ διεζευγμένα κατὰ τὴν ἐπιφορὰν πάντωϲ τὸ αὐτὸ μέροϲ λόγου ἀπαιτεῖ ἢ ἰϲοδυναμοῦν τῷ ϲυμπεπλεγμένῳ ἢ διεζευγμένῳ, τοῦ ϲυντεταγμένου μέρουϲ λόγου κατὰ τὸ ἑξῆϲ πολλάκιϲ κοινοῦ καθεϲτῶτοϲ τῷ ϲυμπεπλεγμένῳ ἢ διεζευγμένῳ, οἶον τὸ καὶ Ἀπολλώνιοϲ διελέξατο, ἤτοι Ἀπολλώνιοϲ διελέξατο, ἀπαιτεῖ τὸ καὶ Διονύϲιοϲ ἦ τι τοιοῦτον ὄνομα ἢ ἀντωνυμικόν, ὅπερ ἠν ίϲοδυναμοῦν ὀνόματι, κοινῷ τε τῷ διελέξατο πολλάκιϲ προϲχρῆται. εἰ δὲ ῥῆμα ἦν, πάλιν ἡ ἐπιπλοκὴ ἢ ἡ διάζευξιϲ ἀπαιτεῖ ῥῆμα, καὶ ἔγραψε Διονύϲιοϲ, ἥτοι ἔγραψε Διονύϲιοϲ· δεῖ γὰρ ῥῆμα ἐπενεγκεῖν πάλιν, ἢ διελέξατο ἦ τι τοιοῦτον, κοινῶϲ πολλάκιϲ νοουμένου τοῦ Διονύϲιοϲ. τῷ οὖν ἠμ᾿ ἀνάειρ, εἴπερ διεζεύχθη τὸ ῥῆμα, κὰν πάντωϲ ῥῆμα ἐπεφέρετο τὸ ἄπιθι ἢ κάθιϲον ἦ τι τοιοῦτον· ἐν ῷ οὖν τὸ ἢ ἐγῶ ϲὲ ἐπιφέρεται, ἐν τούτω δείκνυται, ὡϲ καὶ ἡ ἀντωνυμία διέζευκται, ἡ μὲν ϲε πρὸϲ τὴν ἐμέ, ἡ δὲ ϲύ πρὸϲ τὴν ἐγώ, ἥτιϲ ἐνέλειψεν, ἐν τῷ ἀνάειρε ῥήματι νοουμένη, τοῦ πλήρουϲ ὄντοϲ ἠὲ ϲὺ ἐμὲ ἀνάειρον. —Ὁμόλογοι δὴ καὶ αἱ τοιαῦται, ὡϲ τὴν πρόϲ τι πρόϲωπον διαϲτολὴν ἀναδεδεγμέναι εἰϲίν.