Ancient Greek
Paragraph 90
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 90
Not analysed yet
Ὀρθοτονοῦνται καὶ ὅϲαι κατὰ τοῦ αὑτοῦ προϲώπου τὴν ἀπὸ τοῦ ῥήματοϲ διάθεϲιν ἀναδέχονται, ὡϲ ἐπὶ τοῦ οὐδ’ ἐμέ φημι λελαϲμένον (N 269) καὶ ἢ ὀλίγον οἱ παῖδα ἐοικότα (Ε 800) καὶ ἐμέ λύϲομαι (Κ 378)· ἀντὶ γὰρ ϲυνθέτων τοῦ ἐμαυτόν καὶ ἑαυτῷ. πάλιν δὴ τὸ ἐμὲ λύϲομαι πρὸϲ τὸ ο ὐκ ἄλλον διαϲτέλλεται.