Ancient Greek · ~2 min
Paragraph 10
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 10
Not analysed yet
Ἔϲτιν οὖν πάντα τὰ ϲυγκεχυμένα κατὰ χρόνον ἔν τε μετοχαῖϲ ἔν τε ῥήμαϲι διὰ τῆϲ τούτων παραθέϲεωϲ ἀπαλλάξαι τῆϲ ἀμφιβολίαϲ. τὸ λέγων μετάληψίϲ ἐϲτιν ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ, τὸ λέγειν ἀπαρέμφατον. ἀλλ’ ἡνίκα μέν φαμεν ἐχθὲϲ λέγων Δίων ἥμαρτεν ἢ ἐχθὲϲ Δίων λέγων ἐτιμήθη, τὸ τηνικαῦτα τὸ λέγων μόνον παρατατικοῦ ἐϲτιν. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ λέγειν· τὸ γὰρ μέλλω λέγειν αὔριον παράταϲιν οὐ δηλώϲει, τὸν δὲ ἐνεϲτῶτα χρόνον, ὃϲ ϲυντάϲϲεται τῷ αὔριον, αὔριον λέγει Τρύφων. πάλιν ἡ τοιαύτη ἔννοια ἐπὶ τὰ ὅμοια διηκέτω.