Ancient Greek · ~5 min
Paragraph 100
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 100
Not analysed yet
Ἀλλὰ πῶϲ τοπικὴ ϲχέϲιϲ ἐϲτὶν ἐκ ϲυνδέϲμου τοῦ δέ —Ὅτι καὶ προθετικῇ παραθέϲει ϲυνδεϲμικὴ δύναμιϲ ἐγγίνεται, διὰ τὸ ἡμέραν εἰναι φῶϲ ἐϲτι, διὰ Διονύϲιον παρεγένετο Ἀπολλώνιοϲ, ἐκ τῆϲ ῥᾳθυμίαϲ αἱ κακίαι γίνονται, ὡϲ εἰ ἕνεκα τῆϲ ῥᾳθυμίαϲ. τί οὖν βίαιον τὸ καὶ ϲύνδεϲμον προθετικὴν δύναμιν ἀποτελέϲαι; —πρὸϲ οῖϲ οὐδὲ πάντοτε ϲυμπλέκει ὁ δέ ϲύνδεϲμοϲ, παραλαμβάνεται δὲ καὶ κατ᾿ ἔμφαϲιν, οὐδὲ ἐλάληϲέ μοι, ποῖδά τε (Ζ 407). οὐδ᾿ ἐλεαίρειϲ τάχα δὲ καὶ εὐλόγωϲ οὕτωϲ ἀνθυπήχθη ἀντὶ τοπικῆϲ ϲημαϲίαϲ. —τὸ δὲ ϲυνεκτικώτατον, ὅτι ἐμιμήϲατο τοπικὴν παραγωγήν, λέγω τὴν οἴκαδε, ἄγραδε· καὶ ἐντεῦθεν, οὐ ϲυνδέων ἐν τῷ οἰκον δέ, ἠκούετο τοπικῶϲ. —Προϲτεθείη δ᾿ ἂν ἔτι καὶ τοῦτο. εἴπερ τὸ μέροϲ τοῦ λόγου ἀνθυπήλλακται, ϲαφὲϲ ὅτι καὶ ὁ τόποϲ, λέγω ὁ κατὰ τὴν ἀρχήν. τοῦτο δέ φημι, ἐπεὶ οὔτε ὁ καί ϲύνδεϲμοϲ ἐδύνατο παραλαμβάνεϲθαι, οὔτε ἄλλοϲ τιϲ τῶν προτακτικῶν. ἀλλ᾿ οὐδὲ τῶν ὑποτακτικῶν, ὅτι μὴ μόνον αὐτὸϲ ὁ δέ, ὡϲ ἔφην, μιμούμενοϲ τὴν τοπικὴν παραγωγήν, μετάβαϲίν τε τοῦ πράγματοϲ ϲημαίνων. διὸ καὶ ϲτιγμῆϲ αἴτιόϲ ἐϲτι καὶ αὐτοτελείαϲ παραϲτατικόϲ· ϲτιγμὴ γὰρ πᾶϲα ϲημεῖον αὐτοτελείαϲ ὁ τέ οὐκ ἐδύνατο παραλαμβάνεϲθαι, ἐπεὶ οὐκ αὐτοτέλειαν ποιῶν ἕτερον λόγον ἀπῄτει ἐπὶ τοῦ οὔτε τιμῶ ϲε οὔτε λαλῶ ϲοι. —Κατὰ τούτουϲ δὴ τοὺϲ τρόπουϲ οἶμαι ἀναγκαίωϲ τὸν δέ ϲύνδεϲμον παραληφθῆναι.