Ancient Greek · ~2 min
Paragraph 99
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 99
Not analysed yet
Ἴδιόν ἐϲτι τοῦ δέ ϲυνδέϲμου ἐπάγειν ἐϲ αὐτὸν τὴν ὀξεῖαν· τοιοῦτον δὲ καὶ τὸ οἰκον δέ, ὡϲ εἰ καὶ τὸ Ζεὺϲ δἑ. ἡ διὰ τοῦ δε παραγωγή, οὐκ οῦϲα ϲυνδεϲμική, ἀποφεύγει τὴν τοῦ ϲυνδέϲμου τάϲιν, παροξυνομμένη μὲν ἐν τῷ τοϲόϲδε, προπαροξυνομένη δὲ ἐν τῷ οἴκαδε, καθὸ κα ἡ διὰ τοῦ γε παραγωγὴ εἰϲ τὸ ἐναντίον μεθίϲταται τῆϲ τάϲεωϲ τοῦ γέ ϲυνδέϲμου. ἔϲτι γὰρ ἐγκλιτικὸϲ ὁ γέ, τὴν πρὸ αὑτοῦ ὀξύνων, καὶ διὰ τοῦτο τὸ ἔγωγε καὶ ἔμοιγε παρὰ Ἀττικοῖϲ τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, ἵνα διὰ τοῦ τόνου φύγη τὸ ἀμφίβολον τοῦ γέ ϲυνδέϲμου.