Ancient Greek · ~4 min
Paragraph 106
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 106
Not analysed yet
Αἱ διὰ τοῦ θεν παραχθεῖϲαι λέξειϲ τοπικαὶ ἐπιρρηματικῶϲ τὴν ἐκ τόπου ϲχέϲιν ϲημαίνουϲιν. (εἶπον δὲ παραχθεῖϲαι τοπικῶϲ, ἐπεὶ καὶ ἔνια τὴν αὐτὴν ἔχει ϲημαϲίαν τοῖϲ πρωτοτύποιϲ, ὡϲ δεδείξεται.) καὶ διὰ τοῦτο διαφέρει τὸ δίχα τοῦ διχόθεν. ἡ τὸ μὲν δίχα εἰϲ δύο ἐϲτί, τὸ δὲ διχόθεν ἐκ δύο, καθάπερ καὶ ἐπ’ ἄλλων παραγωγῶν μετὰ τοῦ παράγεϲθαι τὰϲ φωνὰϲ καὶ τὰ δηλούμενα ϲυμμεταπίπτει. καὶ παράγεται μὲν ἡ φωνή, οὐ μὴν τὸ ϲημαινόμενον, ὡϲ ἐπ’ ὀνομάτων ἔχει τὸ ἀναγκαίη γὰρ ἐπείγει (τ 73) καὶ παρθενικῇ εἰκυῖα (η 20) καὶ τὸ Αἰτωλόϲ Αἰτ ὠλιοϲ, κάπροϲ κάπριοϲ, ἄπειροϲ ἀπείρων, καὶ τὸ πομπῆεϲ ἀγαυοί (ν 71), καὶ τὸ Ἀϊδωνῆι προῖαψεν (Ε 190), καὶ ἐπὶ ῥημάτων ἀρ δεύειν, ἀρχεύειν, καὶ ἐπ᾿ ἄλλων πλειόνων, καὶ ἐπὶ ἐπιρρημάτων τηνίκα τηνικαῦτα, τῆμοϲ τημοῦτοϲ, τόϲοϲ τοϲόϲδε. τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῆϲ προκειμένηϲ παραγωγῆϲ ἔϲθ᾿ ὅτε τοπικὴ μὲν ἐκφορὰ δηλοῦται, λέγω ἐκ τύπου, ἐκθ᾿ ὅτε τὸ αὐτὸ τῷ πρωτοτύπῳ ϲημαινόμενον μένει.