Ancient Greek · ~2 min
Paragraph 107
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 107
Not analysed yet
Ὅθεν πρὶν ἢ τῶν κατὰ μέροϲ ἄρξαϲθαι, διαληπτέον πρότερον περὶ τῶν ἀπ᾿ ἀντωνυμιῶν παραγομένων, λέγω τοῦ ἐμέθεν, ϲέθεν, ἕθεν. —Ὅτι μὲν γὰρ αἱ φωναὶ ὅμοιαι κατὰ τὴν παραγωγὴν τοῖϲ ἄλλοιϲ ἐπιρρηματικοῖϲ, ϲαφὲϲ ἐκ τούτου παρὰ τὴν Λέϲβου γενικὴν τὸ ἀποτέθλιπται ἐν τῷ Λεϲβὀθεν, ὡϲ καὶ παρὰ τὴν οὐρανοῦ οὐρανόθεν, καὶ παῤ ἐπίρρημα τὸ τηλοῦ τηλόθεν· καὶ δὴ παῤ ἀντῶνυμίαν τὴν ἐμεῦ ἦν τὸ ἐμέθεν, ϲεῦ ϲέθεν. ἐντεῦθεν γὰρ καὶ ὁμόλογον, ὅτι οὐχ ἡ ἐμοῦ ἐϲτι παραχθεῖϲα Ἀττική, ἀλλ’ Ἰωνικὴ ἢ Δωρικὴ ἡ ἐμεῦ.