Ancient Greek · ~9 min
Paragraph 108
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 108
Not analysed yet
Τὰ μὲν οὖν τῆϲ φωνῆϲ τῇδε ἔχει, ὡϲ ὁμοίωϲ παρήχθη· τὰ δὲ τοῦ ϲημαινομένου πρὸϲ ἐνίων οὕτω καθίϲτατο, ὡϲ οὐκ εἴη ἐπιρρήματα τὰ προκείμενα, «καθότι», φαϲί, «τὰ ἐπίρρήματα οὐκ ἔϲτι προϲώπων διαϲταλτικά, ἔϲτι δὲ τὸ τε ἐμέθεν καὶ ϲέθεν προϲώπων παραϲτατικόν». —Καὶ ὡϲ ἕνεκα τοῦ τοιούτου οὐκ ἀπελύθη τὸ ζητούμενον. δύναται γὰρ κατὰ πρόϲωπον ἡ παραγωγὴ τοῦ ἐπιρρήματοϲ ἐγγεγενῆϲθαι, καθὸ καὶ ἐπὶ τρίτου προϲώπου παρὰ τὴν αὐτοῦ τὸ αὐτόθεν ἐγένετο, καὶ παρὰ τὴν τούτου τὸ τουτόθεν (ἀφ’ οὐ καὶ τὸ Δωρικὸν τουτῶ, καθότι καὶ τῷ πόθεν παράκειται τὸ πῶ), παρὰ τὴν αὐτόθεν αὐτῶ. οὐδὲν οὖν ἐμποδών ἐϲτι παρὰ τὴν ἐμεῦ γεγενῆϲθαι τὸ ἐμέθεν, παρά τε τὴν ϲεῦ τὸ ϲέθεν, καὶ ἔτι παρὰ τὴν εὗ τὸ ἕθεν. —Χρὴ οὖν ἀποδέξει τῇδε χρῆϲθαι. καθάπερ καὶ ἐπ’ ὀνομάτων ἔϲθ’ ὅτε παραγωγαὶ γίνονται κατὰ τῶν αὐτῶν ϲημαινομένων, ὡϲ τὸ ἀναγκαίη καὶ τὸ εὐναίαϲ ἐβάλοντο καὶ τὸ ἀ πείρων καὶ τὸ πομπῆεϲ καὶ τὸ Ἀϊδωνεύϲ καὶ ἄλλα πλεῖϲτα, τὸν αὐτὸν δὴ τρόπον ἔϲτι καὶ ἐπὶ τῆϲ παραγωγῆϲ τῆϲ διὰ τοῦ θεν εὑρέϲθαι. οὕτω γὰρ καὶ τὰ Ὁμηρικὰ ἐπιλυθήϲεται, τὸ ϲχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη (β 267) οὐ ϲημαῖνον τὸ ἐκ τόπου, τὸ δὲ αὐτὸ τῷ πρωτοτύπῳ, τῷ ϲχεδὸν ἦλθεν· οὐ γὰρ ἐκ τοῦ ϲύνεγγυϲ τόπου, ἐπεὶ ἀνέφικτον τὸ τοιοῦτον. οὕτωϲ γὰρ ἔχει καὶ τὸ Αϊαϲ δ’ ἐγγόθεν ἤλθεν (Η 219)· ἐν ἴϲῳ γάρ ἐϲτι τῷ ἐγγὺϲ ἦλθεν. οὕτωϲ ἔχει καὶ τὸ Ἴδηθεν μεδέων (Γ 276). οὐ γὰρ ἄλλο ἐϲτὶν ἢ Ἴδηϲ μεδέων πιθανὸν γὰρ τοὺϲ Τρῶαϲ καὶ τοὺϲ πληϲιοχώρουϲ τὸν Ἰδαῖον Δία ἐπικαλεῖϲθαι. τοῦ τοιούτου ϲχηματιϲμοῦ τινεϲ ἄπειροι ὄντεϲ ὑπέλαβον αὐτοὺϲ ἐπικαλεῖϲθαι τὸν ἐξ Ἤδηϲ παραγενόμενον καὶ βαϲιλεύϲαντα, λέγω τῆϲ κατὰ Κρήτην. —οἶμαι δὴ ὅτι, εἰ κατάπυκνοϲ εἰϲ τὸν τοιοῦτον ϲχηματιϲμόν ἐϲτι, καὶ τὸ ἐξ ο ὐρανόθεν ἀπολογίαν ἕξει (ἀφορμὴν δεδωκόϲ τιϲι τοῦ κακοῦν τὰϲ φράϲειϲ· ἐπεὶ γὰρ οὐχ ὑγιὲϲ τὸ λέγειν ἐξ οἴκοθεν, φαϲὶν ὡϲ καὶ. Ὅμηροϲ οὐκ εἴη κεχρημένοϲ τῷ ἐξ ο ὐρανόθεν), εἴγε οὐκ ἄπειρόϲ ἐϲτι τοιαύτηϲ παραγωγῆϲ κατὰ τοῦ αὐτοῦ ϲημαινομένου, τοῦ οὐρανὅθεν παῤ αὐτῷ ϲημαίνοντοϲ τὸ οὐρανοῦ, ὡϲ καὶ τὸ Ἴδηθεν τὸ Ἴδηϲ· καὶ οὕτωϲ ἡ ἔξ πρόθεϲιϲ ἕξει χώραν. —ἡ αὐτὴ ἐπιχείρηϲιϲ ἐπὶ τῶν οὕτωϲ εἰρημένων παῤ αὐτῶ.