Ancient Greek · ~2 min
Paragraph 109
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 109
Not analysed yet
Αἱ δὴ παρηγμέναι ἀντωνυμίαι ϲύνταξιν μὲν ἐπιρρηματικὴν οὐδέποτε ἀναδέχονται, ὅϲαϲ δὲ ϲυντάξειϲ ἀναδέχονται αἱ γενικαί, ταύταϲ ἀναδέχονται. ἀδύνατον τοῖϲ τοιούτοιϲ ἐπιρρήμαϲι προϲελθεῖν τινα ἄλλην πρόθεϲιν. οὐ γάρ τιϲ ἐρεῖ ἀπ ὸ Λεϲβόθεν ἢ πρὸϲ Λεϲβόθεν, ἐν γενικῇ δὲ ἀπὸ Λέϲβου πρὸϲ Λέϲβου, καὶ ὅϲαϲ ἄλλαϲ ἐπιδέχονται προθέϲειϲ αἱ γενικαί. ἀπεδέδεικτο οὖν, ὅτι πολλάκιϲ κατὰ τοῦ αὐτοῦ ϲημαινομένου αἱ παραγωγαὶ λαμβάνονται. καὶ ἦϲαν τῇδε ἀντωνυμίαι παρηγμέναι. καὶ ϲαφὲϲ ἐκ τῶν ϲυνταϲεομένων προθέϲεων, ἀπὸ ἑθεν ἧκε χαμᾶζε (Μ 205), ἐξ ἐμέθεν γεγαῶτα (Ι 456), πρὸ ἕθεν κλονέοντα φάλαγγαϲ (Ε 96). ταύτη δὲ τῇ ϲυντάξει εἰϲ τὸν λόγον τῶν ἀντωνυμιῶν καταριθμηθῆναι χρή.