Ancient Greek · ~3 min
Paragraph 110
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 110
Not analysed yet
Τὰ προκείμενα ἐπιρρήματα παράγεται ἢ παῤ ὄνομα. ὡϲ τὸ Διόθεν, Ἀβυδόθεν ,ἢ παῤ ἐπίρρημα, ὡϲ τὸ κάτωθεν, ἄνωθεν, ἢ παρὰ πρόθεϲιν, πρόϲθεν, ἔνθεν, ὕπερθεν. πρόκειται γὰρ ὡϲ καὶ ἀπ’ ἀντωνυμιῶν. καὶ ἀπ’ ὀνομάτων ἢ ἐπιρρημάτων ἢ τῶν ἔτι παρακειμένων ϲτοιχείου ἀποβολῇ τοῦ κατὰ τὸ τέλοϲ παράγεται, ἀπὸ μὲν ἀντῶνυμιῶν αὐτοῦ αὐτόθεν, καὶ ἀπὸ ὀνομάτων Λέϲβου Λεϲβόθεν, παντόϲ πάντοθεν, καὶ ἐπιρρημάτων τηλοῦ τηλόθεν. —εἰ μέντοι ἓν εἴη τὸ φωνῆεν τὸ κατὰ τὸ τέλοϲ, οὐ τῇδε ἔχει ὁ λόγοϲ· φυλάϲϲεται γάρ, ὡϲ ἐπὶ τοῦ κάτω κάτωθεν, ἔϲω ἔϲωθεν. ―ἀναγκαίωϲ τὰ παρὰ τὰϲ προθέϲειϲ φυλάϲϲει τὰ τέλη, ὡϲ ἔχει τὸ πρόϲθεν, ὔπερθεν.