Ancient Greek · ~6 min
Paragraph 111
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 111
Not analysed yet
Ἐπιϲλτατέον οὐν τῷ χαμαῖθεν καὶ ἔτι τῷ παρὰ Ἀττικοῖϲ χαμᾶθεν. καὶ ἔχοι ἂν ϲυνηγορίαν ἐν τῇ αι διφθόγγῳτήνδε. τὰ μακρῇ παρεδρευόμενα ἀποβολῇ τοῦ θεν ποιεῖ τὸ ἐπίρρημα τὸ πρωτότυπον, κάτωθεν κάτω, πρόϲωθεν πρόϲω· προϲκείϲθω τῷ λόγῳ, ὅτε ἀπὸ ἐπιρρήματοϲ ἐϲχημάτιϲται. εἴπερ οὖν μακρ παρεδρεύεται τὸ χαμαῖθεν, ὀρθῶϲ ἀποβολῇ τοῦ θεν ἐποίηϲε τὴν χαμαί φωνήν. ἀλλὰ πρόϲκειται, ὅτι οὐδέποτε δίφθογγοϲ φυλάϲϲεται· διὸ ϲημειούμεθα τὸ ἐκεῖθεν, περὶ ο κατὰ τὸ ἑξῆϲ εἰρήϲεται. τὸ οὖν πρὸϲ Ἀττικῶν πάλιν λεγόμενον ἀναλογώτερον καθέϲτηκεν. ὥϲτε ἕνεκα μὲν τῆϲ μακρότητοϲ ἡ δίφθογγοϲ μένουϲα ἀναλογωτέρα καθέϲτηκεν, ἕνεκα δὲ τοῦ τὸ δεύτερον φωνῆεν ἀποβάλλεϲθαι, τὸ Ἀττικόν. καὶ μή ποτε ὄντωϲ ἀναλογώτερον καθέϲτηκε. τὰ ἐκ διφθόγγου γινόμενα τὸ ληκτικὸν φωνῆεν βραχὺ καταλιμπάνει, τηλοῦ τηλόθεν, αὐτοῦ αὐτόθεν, οἴκου οἴκοθεν. ϲαφὲϲ οὐν, ὅτι δεῖ καὶ παρὰ τὸ χαμαί χαμάθεν ἐν βραχεῖ τῷ α. ἀλλ’ ἐκεῖνο ἀληθέϲ ἐϲτιν, ὡϲ Ἀθηναῖοι ἐκτατικοί εἰϲι τῶν φωνηέντων. καὶ ἔτι ἐκεῖνο ἀληθέϲ ἐϲτιν, ὡϲ ἀεὶ ἡ ὑποϲτολὴ τοῦ ι, δευτερεύοντοϲ τοῦ φωνήεντοϲ, ἔκταϲιν ποιεῖται τοῦ α. οὕτωϲ ἔχει καὶ τὸ ἰθαγενέεϲϲιν ἐτίμα (ξ 203) παρὰ τὸ ἰθαίνω. οὕτωϲ ἔχει καὶ τὸ αεί (τὸ γὰρ ἀναλογώτερον ἐν μακρῷ τῷ α). οὕτωϲ ἔχει καὶ τὸ κλάω παρὰ Ἀττικοῖϲ καὶ τὸ φανῶ καὶ τὸ ῥανῶ, κατά τι παράλογα ὄντα, ὅτι μακρᾷ παρεδρεύεται· ἔχει δὲ ἀπολογίαν, καθὸ ἡ τοῦ ι ὑποϲτολὴ ἔκταϲιν τῷ α παρέχει. κατὰ τοῦτον ἄρα τὸν τρόπον παρὰ τὸ χαμαί τὸ χαμᾶθεν ἀναγκαίωϲ ἐξέτεινε τὸ α. καὶ περὶ τοῦ τετριμμένου δὲ κατὰ τὸ ἑξῆϲ εἰρήϲεται, λέγω τοῦ χαμόθεν.