Ancient Greek · ~2 min
Paragraph 112
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 112
Not analysed yet
Καὶ τὸ ἐκεῖθεν δέ, οὐ φύϲει ἔχον τὴν ει δίφθογγον παραλήγουϲαν, ἀναγκαίωϲ ἐφύλαξε τὴν ποϲότητα τῶν φωνηέντων. παρὰ γὰρ τὴν ἐντελῆ φωνὴν τὴν ἐκεῖνοϲ καὶ τὴν ἐκείνου τὸ ἀκόλουθον ἦν ἐκεινόθεν, τὸ δὲ κατὰ ϲυγκοπὴν ἐκεῖθεν. ταῖϲ δὲ ληγούϲαιϲ τῶν διφθόγγων κατὰ τὰ πρωτότυπα τὸ τοιοῦτον παρακολουθεῖ, ὡϲ πρόκειται ἐπὶ τοῦ χαμᾷθεν, τηλόθεν, ἀγχόθεν· τὸ γὰρ ἐκεῖθεν οὐ τῇδε ἔχει.