Ancient Greek · ~4 min
Paragraph 113
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 113
Not analysed yet
Τὰ εἰϲ θεν λήγοντα ἐπιρρήματα παραλήγεται φωνήεντι, ῷ καὶ τὸ τέλοϲ τῆϲ γενικῆϲ τοῦ ὀνόματοϲ· εἰ δὲ καὶ ἀπὸ ἐπιρρήματοϲ εἴη, πάλιν τῷ αὐτῷ παραλήγεται, δι’ οὐ τὸ λῆγον τοῦ πρωτοτύπου· εἰ δὲ δίφθογγοϲ εἴη, καθὼϲ πρόκειται, ἀποπίπτει τὸ ἐν τῷ τέλει φωνῆεν, ἀρχῆϲ ἀρχῆθεν, θύραϲ θύραθεν, τηλοῦ τηλόθεν, οὐρανοῦ οὐρανόθεν, Θήβηϲ θήβηθεν, Λυκίαϲ Λυκίαθεν, ἀγορῆϲ ἀγορῆθεν, ἀγχοῦ ἀγχόθεν, ποῦ πόθεν. πῶϲ οὖν παρὰ τὸ ἀμφοτέρου καὶ ἑκατέρου καὶ ἑτέρου οὐ μένει τὸ ο ἐν τῷ ἀμφοτέρωθεν, ἑκατέρωθεν, ἑτέρωθεν; —Φηϲὶν οὖν ὁ Τρύφων (p. 53 Velsen ἰδιαίτερον ὡϲ τὰ διὰ τοῦ τεροϲ πρωτότυπα διὰ τοῦ παράγεται κατὰ τὰ ἐπιρρήματα. Μή ποτε δὲ βίαιόν ἐϲτιν, ὅτι δι’ αὐτοῦ τοῦ ζητουμένου ἡ ἀπόλυϲίϲ ἐϲτι. μή ποτ’ οὖν, εἰ δέδοται καὶ ἀπὸ ἐπιρρημάτων παράγεϲθαι τὴν προκειμένην παραγωγήν, ἐγγύϲ ἐγγύθεν ,ἑκάϲ ἑκάθεν, ἀποπίπτοντοϲ τοῦ ϲ (ἀλλὰ καὶ λήγοντοϲ τοῦ φωνήεντοϲ, ἄνω ἄνωθεν, κάτω κάτωθεν), δοθήϲεται καὶ ἀπὸ ἐπιρρήματοϲ τοῦ ἑκατέρωϲ, ἀμφοτέρωϲ, ἑτέρωϲ τὴν παραγωγὴν γεγενῆϲθαι.