Ancient Greek · ~4 min
Paragraph 114
Apollonius Dyscolus, Περὶ ἐπιρρημάτων 114
Not analysed yet
Ἔτι ἐπηπόρει, πῶϲ γεγόνοι τὸ γειόθεν ,παραδεχόμενοϲ ὡϲ ἀνάλογον τὸ γῆθεν παρὰ γὰρ τὴν γῆϲ γενικήν, ὡϲ ἀρχῆϲ ἀρχῆθεν. καὶ ἔτι περὶ τοῦ Δεκελειόθεν (Callim fr. 234 Schneider)· ἐν οἷϲ ἔλεγε μὴ παρὰ τὸ Δεκέλεια παρῆχθαι, παρὰ δὲ τὸν μετειληφότα τοῦ δήμου Δεκελέα, ὥϲτε παρὰ γενικὴν τὴν Δεκελέοϲ Δεκελεόθεν εἶναι, καὶ μετὰ περιϲϲοῦ τοῦ ι Δεκελειόθεν. Ἄμεινον δὲ καὶ οὕτωϲ ὑπὲρ τούτων φάναι, ὡϲ οὐκ ἀϲυνήθωϲ τὸ α ἔϲθ’ ὅτε μεταπίπτει εἰϲ τὸ o κατὰ ϲύνθεϲιν καὶ παραγωγήν ,θάλαϲϲα θαλαϲϲομάχοϲ, ϲφαῖρα ϲφαιρομάχοϲ, τραγῳδία τραγῳδιογράφοϲ, χίμαιρα χιμαιροφύλαξ, καὶ ἐπὶ τέλουϲ, ἀθάλαϲϲοϲ, εὔμουϲοϲ. καὶ εἰ τοῦτο, οὐ βίαιον ἐν τῇ τοιαύτῃ παραγωγῇ τὸ α εἰϲ τὸ ο μετατίθεϲθαι, ὥϲτε γεγενῆϲθαι παρ’ ἐντελέϲτερον τὸ γαῖα τὸ γαιόθεν καὶ γειόθεν ,καὶ παρὰ τὸ Δεκέλεια, τὸν δῆμον τοῦ ϲημαινομένου δηλοῦντοϲ, τὸ Δεκελειόθεν. ἰδοὺ γὰρ καὶ παρὰ τὸ ῥίζα ῥιζόθεν, ἐϲχάρα ἐϲχαρόθεν, Μήθυμνα Μηθυμνόθεν, Μέγαρα Μεγαρόθεν. Οὐ βίαιον δὲ καὶ τὸ χαμόθεν κατὰ τὸ ϲύνηθεϲ, τοῦ ϲχήματοϲ ἀπαιτοῦντοϲ τὸ χαμᾶθεν.